Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 48.31 | Dem. 48.35 (English) | >>Dem. 48.39 |
48.33βούλομαι δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα μαρτυρίας ὑμῖν παρασχέσθαι , πρώτιστον μὲν τὸ ἐξ ἀρχῆς ὅτι ἐγὼ καὶ οὗτος ἡμῖν αὐτοῖς δικάσαντες ἐνειμάμεθα τὸ ἴσον ἑκάτερος τῆς φανερᾶς οὐσίας ἧς Κόμων κατέλιπεν . καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν πρῶτον , ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγίγνωσκε .λαβὲ δή μοι καὶ τὴν πρόκλησιν , ἣν προὐκαλεσάμην αὐτὸν περὶ τοῦ ἀργυρίου οὗ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος .ὃν μὲν τρόπον , ὦ ἄνδρες δικασταί , ἐξ ἀρχῆς διενειμάμεθα τὴν Κόμωνος οὐσίαν τὴν φανερὰν ἐγὼ καὶ Ὀλυμπιόδωρος , καὶ λόγῳ ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν , καὶ ὡς οὗτος τὸ ἀργύριον ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου , καὶ ὅτι οἱ ἐπιδικασάμενοι ἔλαβον ὅσα ἡμεῖς εἴχομεν , ἕως οὑτοσὶ πάλιν ἐνίκησεν ἐν τῷ δικαστηρίῳ .
48.36ἃ δὲ λέγων οὐκ ἀποδίδωσίν μοι οὐδʼ ἐθέλει τῶν δικαίων οὐδʼ ὁτιοῦν ποιεῖν , τούτοις ἤδη προσέχετε τὸν νοῦν , ὦ ἄνδρες δικασταί , ἵνα μὴ αὐτίκα ἐξαπατήσωσιν ὑμᾶς οἱ ῥήτορες , οὓς οὑτοσὶ παρεσκεύασται ἐπʼ ἐμέ . λέγει μὲν οὗτος οὐδέποτε ταὐτά , ἀλλʼ ὅ τι ἂν τύχῃ ἀεί , καὶ περιιὼν προφάσεις ἀτόπους τινὰς καὶ ὑπονοίας καὶ αἰτίας ψευδεῖς ἐπιφέρει , καὶ περὶ τὸ πρᾶγμα ὅλον ἄδικός ἐστιν ἄνθρωπος .
Μαρτυρία
48.34
Πρόκλησις
Μαρτυρία
48.35
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 48.31 | Dem. 48.35 (English) | >>Dem. 48.39 |